Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.30 Dem. 22.33 (English) >>Dem. 22.36

22.32πολλὰ γὰρ ἂν τὸν δῆμον ὑπʼ αὐτῶν ὑπαχθέντʼ ἐξαμαρτεῖν, κἀκείνους ἤτοι καταλῦσαί γʼ ἂν πειρᾶσθαι τὸ παράπαν τὸν δῆμον (ἐν γὰρ ταῖς ὀλιγαρχίαις, οὐδʼ ἂν ὦσιν ἔτʼ Ἀνδροτίωνός τινες αἴσχιον βεβιωκότες, οὐκ ἔστι λέγειν κακῶς τοὺς ἄρχοντας), προάγειν ἂν ὡς πονηροτάτους εἶναι, ἵνʼ ὡς ὁμοιότατοι σφίσιν ὦσι. τὴν οὖν ἀρχὴν τοῖς τοιούτοις ἀπεῖπε μὴ μετέχειν τοῦ συμβουλεύειν, ἵνα μὴ φενακισθεὶς δῆμος ἐξαμάρτοι μηδέν. ὧν ὀλιγωρήσας καλὸς κἀγαθὸς οὗτος οὐ μόνον ᾤετο δεῖν λέγειν καὶ γράφειν οὐκ ἐξόν, ἀλλὰ καὶ παρὰ τοὺς νόμους ταῦτα ποιεῖν.

22.33περὶ μὲν τοίνυν τοῦ νόμου καθʼ ὅν, ὠφληκότος αὐτοῦ τοῦ πατρὸς τῷ δημοσίῳ χρήματα καὶ οὐκ ἐκτετεικότος, οὐκ ἔξεστι λέγειν οὐδὲ γράφειν τούτῳ, ταὐτὰ δίκαια λέγειν ἂν ἔχοιτʼ εἰκότως, ἐὰν φῇ δεῖν ἡμᾶς ἐνδεικνύναι. τότε γὰρ τοῦτο ποιήσομεν, οὐ μὰ Δίʼ οὐχὶ νῦν, ἡνίκα δεῖ σʼ ἑτέρων ὧν ἀδικεῖς δοῦναι λόγον, ἀλλʼ ὅταν προσῆκον ἐκ τοῦ νόμου, καὶ νῦν δὲ δείκνυμεν οὐκ ἐῶντα γράφειν σε, οὐδʼ τοῖς ἄλλοις ἔξεστι, τὸν νόμον. 22.34ὡς οὖν οὐκ ὦφλʼ πατήρ σου, τοῦτʼ ἐπίδειξον, ὡς οὐκ ἀποδρὰς ἐξῆλθεν ἐκ τοῦ δεσμωτηρίου, ἀλλὰ τὰ χρήματʼ ἐκτείσας. εἰ δὲ μὴ ταῦθʼ ἕξεις δεικνύναι, οὐκ ἐξὸν γέγραφας· κληρονόμον γάρ σε καθίστησʼ νόμος τῆς ἀτιμίας τῆς τοῦ πατρός, ὄντι δʼ ἀτίμῳ σοι λέγειν οὐ προσῆκεν οὐδὲ γράφειν. καὶ περὶ μὲν τῶν νόμων οὓς παρεγραψάμεθα, οἶμαι δεῖν ὑμᾶς, ἄν τι φενακίζειν ἐγχειρῇ καὶ παράγειν οὗτος, ταῦθʼ ὑπολαμβάνειν διεξελήλυθʼ ἐγώ.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.30 Dem. 22.33 (English) >>Dem. 22.36

Powered by PhiloLogic